Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.250 Joseph. AJ 7.254 (English) >>Joseph. AJ 7.258

7.252τοῖς σοῖς οἷα συμβέβηκεν Ἀψαλώμῳ γένοιτο.” οὗτος λόγος οὐδὲ τὴν ἐπὶ τῇ νίκῃ χαρὰν εἴασεν οὔτʼ αὐτῷ μεῖναι μεγίστην οὖσαν οὔτε τοῖς στρατιώταις· αὐτὸς μὲν γὰρ ἀναβὰς ἐπὶ τὸ ὑψηλότατον τῆς πόλεως ἀπεκλαίετο τὸν υἱὸν τυπτόμενος τὰ στέρνα καὶ τὴν κεφαλὴν σπαραττόμενος καὶ παντοίως αὑτὸν αἰκιζόμενος καὶτέκνον, ἐκβοῶν, εἴθε μοι τὸν θάνατον ἐπελθεῖν ἐγένετο καὶ ἅμα σοι τελευτῆσαι”· φύσει γὰρ ὢν φιλόστοργος πρὸς ἐκεῖνον μᾶλλον συμπαθῶς εἶχεν. 7.253 στρατιὰ δὲ καὶ Ἰώαβος ἀκούσαντες, ὅτι πενθεῖ τὸν υἱὸν οὕτως βασιλεύς, ᾐσχύνθησαν μετὰ τοῦ τῶν νενικηκότων σχήματος εἰσελθεῖν εἰς τὴν πόλιν, κατηφεῖς δὲ καὶ δεδακρυμένοι πάντες ὡς ἀφʼ ἥττης παρῆλθον. 7.254κατακαλυψαμένου δὲ τοῦ βασιλέως καὶ στένοντος τὸν υἱὸν εἴσεισι πρὸς αὐτὸν Ἰώαβος καὶ παρηγορῶν δέσποτα, φησί, λανθάνεις διαβάλλων σαυτὸν οἷς ποιεῖς, ὅτι τοὺς μὲν ἀγαπῶντάς σε καὶ περὶ σοῦ κινδυνεύοντας καὶ σαυτὸν καὶ τὴν σὴν γενεὰν δοκεῖς μισεῖν, στέργειν δὲ τοὺς ἐχθροτάτους καὶ ποθεῖν οὐκέτʼ ὄντας, οἳ δίκῃ τεθνήκασιν· 7.255εἰ γὰρ Ἀψάλωμος ἐκράτησε καὶ τὴν βασιλείαν βεβαίως κατέσχεν, οὐδενὸς ἂν ἡμῶν ὑπελείφθη λείψανον, ἀλλὰ πάντες ἂν ἀπὸ σοῦ καὶ τῶν σῶν ἀρξάμενοι τέκνων ἀπωλώλειμεν οἰκτρῶς, οὐ κλαιόντων ἡμᾶς τῶν πολεμίων ἀλλὰ καὶ χαιρόντων καὶ τοὺς ἐλεοῦντας ἐπὶ τοῖς κακοῖς κολαζόντων. σὺ δʼ οὐκ αἰσχύνῃ ταῦτα ποιῶν ἐπὶ μᾶλλον ἐχθρῷ, ὅτι σὸς υἱὸς ὢν ἀσεβὴς οὕτως ἐγένετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.250 Joseph. AJ 7.254 (English) >>Joseph. AJ 7.258

Powered by PhiloLogic